Skip to content
The Didache

Chapter 6 · 6 of 16

The Didache

Greek — Lietzmann, 1912

Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει.

εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ: εἰ δ’ οὐ δύνασαι, ὅ δύνῃ, τοῦτο ποίει.

περὶ δὲ τῆς βρώσεως, ὅ δύνασαι βάστασον: ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε λατρεία γάρ ἐστι θεῶν νεκρῶν.